Σωκράτης: Διά τί ἔχεις ταχίστην ἅμαξαν1, ὦ *Λίνδνερε;
*Λίνδνερος: Ἐπεὶ πλείω χρήματα ἔχω τῶν ἐργατῶν, ὦ Σώκρατες.
Σωκράτης: Διά τί (sc. πλείω χρήματα ἔχεις τῶν ἐργατῶν); Ἆρα μὴ μᾶλλον ἐργάζῃ αὐτῶν;
*Λίνδνερος: Οὐδαμῶς (sc. ἐργάζομαι), ὦ Σώκρατες, ἀλλὰ κελεύω (sc. τοὺς ἐργάτᾱς ἐργάζεσθαι).
Σωκράτης: Διὰ τί δίκαιος εἶ πλείω χρήματα ἔχειν τῶν ἐργατῶν μὴ ἐργαζόμενος;
*Λίνδνερος: Ὅτι αἰσχροκερδὴς2 ὢν τοὺς ἐργάτᾱς ἡγοῦμαι δούλους εἶναι. Ὁ μὲν γὰρ ἐργοδότης ἄξιός ἐστιν ἅμαξαν ταχίστην ἔχειν, οἱ δ᾽ ἐργάται ἀπὸ τῶν κοινῶν (cf. Lindemann § 94c) ζῆν.
Σωκράτης: Ἦ τὴν Γερμανίαν βούλῃ ποιεῖν *αἰσχροκερδειοκρατίᾱν; 3
*Λίνδνερος: Μάλιστά γε.
1) ἡ ταχίστη ἅμαξα der Sportwagen; roadster
2) ὁ αἰσχροκερδής Kapitalist; capitalist
3) ἡ *αἰσχροκερδειοκρατίᾱ Kapitalistenrepublik; capitalistic republic