αʹ „Τῶν περὶ τὴν ὑγίειαν ἀμεινόνων τε ϰαὶ ϰαϰιόνων γενομένων τελευτῶσα ἀποϑανεῖται.
βʹ Τεϑνηϰυῖα δὲ παρέσται ἐν τῇ οἰϰίᾳ μου.
γʹ Χρήματά τε ϰαταπεσεῖται ἢ ἄλλοϑί που ϰείσεται ἢ πρότερον.
δʹ Καὶ αἱ τῶν σϰευοϑηϰῶν ϑύραι ἀνοιχϑήσονταί τε καὶ ϰλεισϑήσονται.
εʹ Ὁ μὲν οὖν ἀὴρ ἄρξεται ἀστράπτων καὶ ἡ μορφὴ αὐτῆς σϰιᾱγραφήσεται.
ςʹ Αὐτῆς δ᾽ ἀϰούσομαι τῆς φωνῆς.
ζʹ Συχνὸν μὲν χρόνον ἐνταυϑὶ παραμενῶ, τεϑνηϰὼς δὲ συνέσομαι αὐτῇ οἰϰειότατα ἐν τῷ Ἠλυσίῳ πεδίῳ, παντάπᾱσι δ᾽ ἄλλως ἢ ἐν τοῖς ἐνϑάδε.“